Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.183 Joseph. AJ 8.187 (English) >>Joseph. AJ 8.191

8.185ἐπεκόσμουν δὲ αὐτοὺς καὶ οἱ ἀναβαίνοντες νεότητι μὲν πρῶτον ἀνθοῦντες ἐπιτερπεστάτῃ τὸ δὲ ὕψος ὄντες περίοπτοι καὶ πολὺ τῶν ἄλλων ὑπερέχοντες, μηκίστας μὲν καθειμένοι χαίτας ἐνδεδυμένοι δὲ χιτῶνας τῆς Τυρίας πορφύρας. ψῆγμα δὲ χρυσοῦ καθʼ ἡμέραν αὐτῶν ἐπέσηθον ταῖς κόμαις, ὡς στίλβειν αὐτῶν τὰς κεφαλὰς τῆς αὐγῆς τοῦ χρυσοῦ πρὸς τὸν ἥλιον ἀντανακλωμένης. 8.186τούτων περὶ αὐτὸν ὄντων βασιλεὺς καθωπλισμένων καὶ τόξα ἐξηρτημένων ἐφʼ ἅρματος αὐτὸς ὀχούμενος καὶ λευκὴν ἠμφιεσμένος ἐσθῆτα πρὸς αἰώραν ἔθος εἶχεν ἐξορμᾶν. ἦν δέ τι χωρίον ἀπὸ δύο σχοίνων Ἱεροσολύμων, καλεῖται μὲν Ἠτάν, παραδείσοις δὲ καὶ ναμάτων ἐπιρροαῖς ἐπιτερπὲς ὁμοῦ καὶ πλούσιον· εἰς τοῦτο τὰς ἐξόδους αἰωρούμενος ἐποιεῖτο. 8.187

Θείᾳ τε περὶ πάντα χρώμενος ἐπινοίᾳ τε καὶ σπουδῇ καὶ λίαν ὢν φιλόκαλος οὐδὲ τῶν ὁδῶν ἠμέλησεν, ἀλλὰ καὶ τούτων τὰς ἀγούσας εἰς Ἱεροσόλυμα βασίλειον οὖσαν λίθῳ κατέστρωσε μέλανι, πρός τε τὸ ῥᾳστώνην εἶναι τοῖς βαδίζουσι, καὶ πρὸς τὸ δηλοῦν τὸ ἀξίωμα τοῦ πλούτου καὶ τῆς ἡγεμονίας. 8.188διαμερίσας δὲ τὰ ἅρματα καὶ διατάξας, ὥστε ἐν ἑκάστῃ πόλει τούτων ἀριθμὸν ὡρισμένον ὑπάρχειν, αὐτὸς μὲν περὶ αὑτὸν ἐτήρησεν ὀλίγα, τὰς δὲ πόλεις ταύτας ἁρμάτων προσηγόρευσε. τοῦ δʼ ἀργυρίου τοσοῦτον ἐποιήσατο πλῆθος ἐν Ἱεροσολύμοις βασιλεύς, ὅσον ἦν καὶ τῶν λίθων, καὶ τῶν κεδρίνων ξύλων οὐ πρότερον ὄντων, ὥσπερ καὶ τῶν δένδρων τῶν συκαμινίνων, ὧν πληθύει τὰ τῆς Ἰουδαίας πεδία.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.183 Joseph. AJ 8.187 (English) >>Joseph. AJ 8.191

Powered by PhiloLogic